Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.120 Joseph. BJ 7.127 (English) >>Joseph. BJ 7.134

7.124περὶ αὐτὴν ἀρχομένην ἤδη τὴν ἕω προΐασιν Οὐεσπασιανὸς καὶ Τίτος δάφνῃ μὲν ἐστεφανωμένοι, πορφυρᾶς δʼ ἐσθῆτας πατρίους ἀμπεχόμενοι, καὶ παρίασιν εἰς τοὺς Ὀκταουίας περιπάτους· 7.125ἐνταῦθα γὰρ τε βουλὴ καὶ τὰ τέλη τῶν ἀρχόντων οἵ τε ἀπὸ τῶν τιμημάτων ἱππεῖς τὴν ἄφιξιν αὐτῶν ἀνέμενον. 7.126πεποίητο δὲ βῆμα πρὸ τῶν στοῶν δίφρων αὐτοῖς ἐλεφαντίνων ἐπʼ αὐτοῦ κειμένων, ἐφʼ οὓς παρελθόντες ἐκαθέσθησαν, καὶ τὸ στρατιωτικὸν εὐθέως ἐπευφήμει πολλὰς αὐτοῖς τῆς ἀρετῆς μαρτυρίας ἀποδιδόντες ἅπαντες· κἀκεῖνοι χωρὶς ὅπλων ἦσαν ἐν ἐσθήσεσιν σηρικαῖς ἐστεφανωμένοι δάφναις. 7.127δεξάμενος δʼ αὐτῶν τὴν εὐφημίαν Οὐεσπασιανὸς ἔτι βουλομένων λέγειν τὸ τῆς σιγῆς ἐποιήσατο σύμβολον, 7.128καὶ πολλῆς ἐκ πάντων ἡσυχίας γενομένης ἀναστὰς καὶ τῷ περιβλήματι τὸ πλέον τῆς κεφαλῆς μέρος ἐπικαλυψάμενος εὐχὰς ἐποιήσατο τὰς νενομισμένας· ὁμοίως δὲ καὶ

-- --

Τίτος ηὔξατο. 7.129μετὰ δὲ τὰς εὐχὰς εἰς κοινὸν ἅπασιν Οὐεσπασιανὸς βραχέα διαλεχθεὶς τοὺς μὲν στρατιώτας ἀπέλυσεν ἐπὶ τὸ νενομισμένον ἄριστον αὐτοῖς ὑπὸ τῶν αὐτοκρατόρων εὐτρεπίζεσθαι, 7.130πρὸς δὲ τὴν πύλην αὐτὸς ἀνεχώρει τὴν ἀπὸ τοῦ πέμπεσθαι διʼ αὐτῆς αἰεὶ τοὺς θριάμβους τῆς προσηγορίας ἀπʼ αὐτῶν τετυχυῖαν. 7.131ἐνταῦθα τροφῆς τε προαπογεύονται καὶ τὰς θριαμβικὰς ἐσθῆτας ἀμφιασάμενοι τοῖς τε παριδρυμένοις τῇ πύλῃ θύσαντες θεοῖς ἔπεμπον τὸν θρίαμβον διὰ τῶν θεάτρων διεξελαύνοντες, ὅπως εἴη τοῖς πλήθεσιν θέα ῥᾴων.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.120 Joseph. BJ 7.127 (English) >>Joseph. BJ 7.134

Powered by PhiloLogic